Τρίτη 12 Νοεμβρίου 2019

ΘΕΟΔΩΡῼ ΠάΠᾼ (ακροστιχίς)



Ποίημα τοῦ Κων/νου Δ. Μενιδιάτη, 
Θεολόγου και Δρος Χημείας ΕΚΠΑ

Θ
είας βουλῆς ἄγγελος μέγιστος Σὺ Πάτερ Μακαριώτατε
Ε
πισκοπῆς Ἀλεξανδρέων ὁ παμφαὴς καὶ ἄσβεστος φάρος
Ὁ
δὸν ἀσφαλεστάτην καὶ ἀκλινῆ ἀπλανῶς καταδεικνύεις.
Δ
ωροφορεῖς τῇ Πρωταρίστῳ Κεφαλῇ ἔλαιον ἀγαλλιάσεως
Ὤ
αν τοῦ ἐνδύματος Αὐτοῦ δαψιλῶς ἐπιρραίνων μύρῳ ἀδελφικῷ.
Ρ
οιζηδὸν τὰς τῶν ἐναντίον δυνάμεις ὁλοτελῶς διαλύεις
Ο
ὐκρανῶν Ἐκκλησίαν ὡς πατὴρ οἰκτιρμῶν σήμερον ἀναδέχεσαι
Υ
ἱοὺς καὶ θυγατέρας μεμακρυσμένους ἐνθέως περιπτυσσόμενος.


Τ
είχισον Ἐκκλησίαν νεόφυτον ἀλαλήτοις Σου στεναγμοῖς
Ὅ
λῃ σου καρδίᾳ καὶ χείλεσι, Πάτερ, Δεσπότην Ἰησοῦν καθικέτευε
Ὕ
μνοις καὶ ὠδαῖς ἡμέραν καὶ νύκτα Θεὸν Πατέρα δοξολόγησον.


Κ
ύριε Κύριε, Πατριάρχην Θεόδωρον σκέπε διηνεκῶς
Ῥ
άβδον εὐθύτητος ἐγχείρησον στιβαραῖς Αὐτοῦ χερσίν
Ἡ
λιακάς σου ἀκτῖνας τοῦ Πνεύματος Αὐτὸν καταύγασον
Τ
ήρησον Αὐτὸν σῷον, ἔντιμον καὶ ὑγιῆ εἰς ἔτη πλεῖστα.
Ὄ
λβιον Ποιμένα καὶ τῶν θείων Ἀποστόλων ἑπόμενον, Κύριε,
Σ
ῶσον καὶ διαφύλαξον Αὐτὸν ἀπὸ πάσης ἐπιβουλῆς.


Π
εντακόρυφον τῆς Ἐκκλησίας Κράτος ἀλώβητον μένει
Ὁ
λκάδα Χριστοῦ νοητὴ εἰς πόντον τὸν γαληνότατον καὶ
Λ
ιμένα τὸν εὔδιον καὶ ἀσφαλέστατον καταπλέει γοργῶς.
Λ
αὸς ὁ Χριστοφιλὴς τὸν Ποιμένα καὶ Διδάσκαλον εὑρίσκει
Ἀ
ποστρεφόμενος νῦν ψευδαδέλφων τὰς ματαίας φωνάς.


Τ
εταραγμένα ὕδατα, Πάτερ Μακαριώτατε, μωσαϊκῶς εἰρηνεύσας
Ἄ
κρῳ σου δακτύλῳ, τοῦ θείου Μάρκου, Σὺ ὁ τρισόλβιος διάδοχος


Ἔ
δώκας πᾶσι τοῖς Προέδροις ὑπογραμμὸν τὸν ἀκριβέστατον
Τ
ῆς ἀληθείας τὸν τύπον καὶ τῶν κανόνων τὴν ὑποτύπωσιν
Ἡ
ρωικῶς καὶ ἀνδρείως ὡς Κρήτης τὸ μέγα καὶ ἱερὸν βλάστημα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.