e-περιοδικό της Ενορίας Μπανάτου εν Ζακύνθω. Ιδιοκτήτης: Πρωτοπρεσβύτερος του Οικουμενικού Θρόνου Παναγιώτης Καποδίστριας (pakapodistrias@gmail.com), υπεύθυνος Γραφείου Τύπου Ι. Μητροπόλεως Ζακύνθου. Οι δημοσιογράφοι δύνανται να αντλούν στοιχεία, αφορώντα σε εκκλησιαστικά δρώμενα της Ζακύνθου, με αναφορά του συνδέσμου των αναδημοσιευόμενων. Η πνευματική ιδιοκτησία προστατεύεται από τον νόμο 2121/1993 και την Διεθνή Σύμβαση της Βέρνης, κυρωμένη από τον νόμο 100/1975.

Τα νεότερα στα θεματικά ένθετα

Σάββατο 19 Μαρτίου 2022

Δέησις υπέρ της καταπαύσεως του εν Ουκρανία πολέμου

Δέησις υπέρ της καταπαύσεως του εν Ουκρανία πολέμου 

κατ’ εντολήν της Ιεράς Επαρχιακής Συνόδου της Εκκλησίας Κρήτης

Ὁ Διάκονος·  Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ΄).

Ὁ Διάκονος·  Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ΄).

Ὁ Διάκονος·  Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ΄).

Ὁ Διάκονος·  Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, τῶν πληγέντων ὑπὸ τῆς φοβερᾶς τοῦ πολέμου ἀπειλῆς, τοῦ θείου ἐλέους ἐπιδεομένων, εἰρήνης, ὑγιείας, σωτηρίας ἐπισκέψεως καὶ συναντιλήψεως αὐτῶν καὶ ὑπὲρ τῆς εἰρηνικῆς διευθετήσεως τῆς κρισίμου ταύτης καταστάσεως καὶ τῆς ἐπικρατήσεως τῆς εἰρήνης.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ΄).

Ὁ Διάκονος·  Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῶν ψυχῶν τῶν κεκοιμημένων δούλων τοῦ Θεοῦ, πάντων τῶν θυμάτων τῆς ἐν Οὐκρανίᾳ τραγῳδίας καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιον τε καὶ ἀκούσιον.

Ὁ Χορός· Αἰωνία ἡ μνήμη (γ΄).

Ὁ Διάκονος·  Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ κώμην) ταύτην, τὴν νῆσον ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθόν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ΄).

Ὁ Διάκονος·  Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Ἱερεύς· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλέησον ἡμᾶς.

Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός·  Ἀμήν.

Καί εὐλογῶν τὸν λαόν, ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε ἐλέησον.

Ὁ Ἱερεὺς λέγει τήν Εὐχήν·

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τῶν Δυνάμεων καὶ πάσης τῆς κτίσεως δημιουργός∙ ὁ διακυβερνῶν τὰ σύμπαντα ἐν ἀπείρῳ καὶ ἀκαταλήπτῳ σοφίᾳ· ὁ διακρατῶν τὰς λυχνίας τῶν Ὀρθοδόξων Ἐκκλησιῶν ἐν τῇ χειρί Σου· ὁ ἀρχηγὸς τῆς πίστεως ἡμῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ τῷ ἐξουθενημένῳ καὶ τεταπεινωμένῳ ἐν Οὐκρανίᾳ ποιμνίῳ Σου καὶ δίδαξον τοῖς ἡγέταις τῶν ἐθνῶν ἐν ὁμονοίᾳ ἐπιλύειν τὰς διαφορὰς αὐτῶν καὶ ἐν παντὶ εἰρηνεύειν. Ἰδίως δὲ κατὰ τὰς δυσκόλους ταύτας ἡμέρας ἐν αἷς διερχόμεθα, ἔνθα τὰ τύμπανα τοῦ πολέμου ἀλαλάζουσιν εἰς τὸν πολυώδυνον κόσμον, τὸν ἀσπαίροντα ὑπὸ τῆς πληττούσης αὐτὸν πανδημίας καὶ «ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων» (Ματθ. 24.6), μὴ ἐάσῃς ἡμᾶς «πειραθῆναι ὑπὲρ ὅ δυνάμεθα∙ ἀλλὰ ποιήσον σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν» (Α´ Κορ. 10.13). Ἐξαπόστειλον περιστεράν, κλάδον ἐλαίας φέρουσαν ἐπὶ τοῦ στόματος αὐτῆς, καταλλαγῆς σύμβολον. Τοὺς ἐν αἰχμαλωσίᾳ ἀδελφοὺς ἡµῶν ἀνάρρυσαι καὶ τὸν κλύδωνα τῶν ἀντιθέσεων καὶ διχασμῶν κατάπαυσον. Κατεύθυνον τοὺς ταγοὺς τῆς ἁγιωτάτης Ἐκκλησίας Σου καὶ τοὺς ἄρχοντας παντὸς κόσμου εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον∙ συνέτισον, στήριξον, κραταίωσον καὶ παραμύθησον τὸν τεθλιμμένον καὶ ἀπεγνωσμένον λαόν Σου. Πανάγαθε Δέσποτα, κλυδωνιζόμενοι νῦν ἐν τοῖς κύμασι ἀντιθέτων δυνάμεων τῶν ἐπιζητούντων συρράξεις ἐθνῶν καὶ πολέμους, μόνον συμφοράς ἐπιφέροντας τῷ κόσμῳ, πρὸς Σὲ προσφεύγομεν ἐν μετανοίᾳ καὶ ταπεινώσει. Δέσποτα Κύριε, ἐν καρδίᾳ συντετριμμένῃ κραυγάζομέν Σοι ὥς ποτε ὁ πρωτοκορυφαῖος Ἀπόστολός Σου Πέτρος: «Ἐπιστάτα, σῶσον ἡμᾶς ἀπολλύμεθα» (Λουκ. 8.24). Μὴ οὖν παρίδης, Πολυεύσπλαγχνε Δέσποτα, τὰς ἱκεσίας ἡμῶν, μηδὲ καταισχύνῃς τὴν εἰς Σὲ προσδοκίαν ἡμῶν. Τὰς δὲ ψυχάς τῶν ἐν παντὶ τρόπῳ καὶ τόπῳ ἀδίκῳ θανάτῳ τελειωθέντων ἀδελφῶν ἡμῶν ἐν σκηναῖς τῶν δικαίων Σου ἀνάπαυσον. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τῆς Ὑπερμάχου Στρατηγοῦ καί ἀκαταισχύντου ἐλπίδος πάντων τῶν ἀδικουμένων ἐν ἁπάσῃ τῇ οἰκουμένῃ εὐσεβῶν ὀρθοδόξων χριστιανῶν καὶ πάντων τῶν Ἁγίων Σου.

Ὁ Χορός· Ἀμήν.

 

Δεν υπάρχουν σχόλια: