e-περιοδικό της Ενορίας Μπανάτου εν Ζακύνθω. Ιδιοκτήτης: Πρωτοπρεσβύτερος του Οικουμενικού Θρόνου Παναγιώτης Καποδίστριας (pakapodistrias@gmail.com), υπεύθυνος Γραφείου Τύπου Ι. Μητροπόλεως Ζακύνθου. Οι δημοσιογράφοι δύνανται να αντλούν στοιχεία, αφορώντα σε εκκλησιαστικά δρώμενα της Ζακύνθου, με αναφορά του συνδέσμου των αναδημοσιευόμενων. Η πνευματική ιδιοκτησία προστατεύεται από τον νόμο 2121/1993 και την Διεθνή Σύμβαση της Βέρνης, κυρωμένη από τον νόμο 100/1975.

Το ΝΥΧΘΗΜΕΡΟΝ έχει γενέθλια: 15 χρόνια καθημερινότητας

Το ΝΥΧΘΗΜΕΡΟΝ έχει γενέθλια: 15 χρόνια καθημερινότητας
Κάντε κλικ στην ανωτέρω αφίσα για να δείτε όλες τις επετειακές δημοσιεύσεις για τα 15χρονα του ΝΥΧΘΗΜΕΡΟΝ

Τα νεότερα στα θεματικά ένθετα

Κυριακή 5 Ιουνίου 2022

"῾Η φύσις ὀδυνᾶται γοερῶς, κἀγώ τήν ἀστοχίαν θεωρῶ"


 ΑΚΟΛΟΥΘΙΑ
ΕΠΙ ΤΗι ΗΜΕΡΑι ΤΟΥ ΠΕΡΙΒΑΛΛΟΝΤΟΣ

ποίημα Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
ΠΑΝΑΓΙΩΤΟΥ Ν. ΚΑΠΟΔΙΣΤΡΙΑ

ἀναπεμπομένη τῇ 1ῃ Σεπτεμβρίου καί 5ῃ Ἰουνίου

Ὁ Διάκονος:
Εὐλόγησον Δέσποτα.

Ὁ Ἀρχιερεύς:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:
Ἀμήν.

Καί τά τροπάρια˙
Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῆς κτίσεως τό θαῦμα βεβηλώσας ἀφρόνως,
νῦν περιπατῶν ἐν κινδύνῳ ἡσυχίαν οὐχ εὗρον,
ἡ φύσις ὀδυνᾶται γοερῶς, κἀγώ τήν ἀστοχίαν θεωρῶ.
Διά τοῦτο εἰς μετάνοιαν ἐλθών κραυγάζω σοι Θεέ μου˙
Δόξα σοῖς μεγαλείοις Πλαστουργέ,
αἶνος τῷ σῷ θελήματι,
ὕμνος τῷ πάντων ποιητῇ καί ζωήν παρέχοντι.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Τοῦ Γαβριήλ φθεγξαμένου…

Ὁ Διάκονος:
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καί ἐλέησον.

Ὁ Χορός (ἑκάστην δέησιν):
Κύριε ἐλέησον (τρίς).

Ὁ Διάκονος:
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν.

Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Χρυσοστόμου καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, ἐπισκέψεως, διαφυλάξεως καί ἐνισχύσεως πάντων τῶν ὑπέρ τῆς προστασίας τοῦ φυσικοῦ περιβάλλοντος ἀνυστάκτως κοπιώντων καί ἀνιδιοτελῶς ἐργαζομένων πολιτῶν, κινημάτων καί ὀργανώσεων καί ὑπέρ τοῦ Κύριον καί Δημιουργόν ἡμῶν ἐπί πλέον εὐλογηθῆναι ἐν πᾶσι.

Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἡμᾶς.

Ὁ Ἀρχιερεύς:
πάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσαις καί ἀέρι μακράν˙καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν, καί ἐλέησον ἡμᾶς.
Ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:
Ἀμήν.

Ὁ Ἀρχιερεύς:
Εἰρήνη πᾶσι.

Ὁ Χορός:
Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος:
Τάς κεφαλάς ἡμῶν ἐν Κυρίῳ κλίνωμεν.

Ὁ Χορός:
Σοί Κύριε.

Ὁ Ἀρχιερεύς εἰς ἐπήκοον πάντων ἀναγιγνώσκει τήν Ἱκετήριον ταύτην Εὐχήν:
Δέσποτα τῆς ζωῆς ἡμῶν καί Παροχεῦ ὑπέροχε πάντων τῶν ὄντων καί τῶν μή ἱστορηθέντων εἰσέτι πραγμάτων τοῦ Κόσμου, Σοῦ δεόμεθα κλίνοντες πάλιν καί πολλάκις ἐνώπιόν Σου νοῦν καί γόνυ μετανοίας, στρέψον ἐπί τήν ἀνθρωπίνην ἡμῶν ἀσθένειαν ὄμμα στοργικόν ἐπιεικείας, ἐν ὄψει ἡμερῶν χαλεπῶν ἐπερχομένων, ἐκείνων τῶν ἐσχάτων. Τά ἔργα τοῦ Λόγου καί τῶν χειρῶν Σου οὐδόλως ἐσεβάσθημεν ἀλλ’ ἀσελγήσαντες ἐπ’ αὐτῶν ἐμιάναμεν, τήν ὡραίαν χλωρίδα καί πανίδα βαναύσως ἐσκυλεύσαμεν, πολέμους ἡτοιμάσαμεν ἀνηλεεῖς καί καταστροφάς μή ἀναστρεψίμους ἐπεφέραμεν, πρόξενοι πνευματικοῦ τε καί βιολογικοῦ θανάτου καταστάντες ἐν τῷ ὀνόματί Σου συχνάκις, τάς ἐντολάς Σου περί καλῆς διαχειρίσεως τοῦ περιβάλλοντος Κόσμου ἀνερυθριάστως καταφρονήσαντες.

Ὑποχείρια τῆς ἡμετέρας παρανοίας γεγονότες, ἐν γῇ θρηνούσῃ καί ἀφιλοξένῳ περιπατοῦμεν ἐπικινδύνως μή ἔχοντες τόπον κρυβῆναι καί παῤῥησίαν ἐνώπιόν Σου, ἀλλ’ ὡς πρός πατέρα προσφεύγομεν νῦν οἱ ἀνάξιοι καί ἄσωτοι, εἰς τό ἔλεος ἐκείνου ἐλπίζοντες καί τήν εὐσπλαχνίαν ἐκείνου ἐκλιπαροῦντες. Ἐλθέ οὖν, σπεῦσον, κατάβηθι, συγχώρησον καί διάσωσον ἡμᾶς τούς τρισαθλίους παντελεῆμον Πάτερ, ἐνισχύων τῇ σῇ ἀνεκφράστῳ σοφίᾳ τάς σκέψεις πάντων τῶν καλῶς οἰκολογούντων καί ἀνιδιοτελῶς ἀγωνιζομένων πολιτῶν, κινημάτων καί ὀργανώσεων, ἐκπαιδευτικῶν καί μαθητευομένων ὑπέρ διαρκοῦς προστασίας τοῦ φυσικοῦ περιβάλλοντος, ἐπιστροφῆς δέ εἰς τήν ἀρχαίαν ὁροθεσίαν καί ὁλοκληρίαν, ἥν πρό τοῦ βιασθῆναι εἶχεν.

Σύ γάρ ὑπάρχεις βοηθός καί σκεπαστής τοῦ παντός Κόσμου καί σοί τήν ἱκετήριον ταύτην εὐχήν ἀναμέλπομεν, μεσιτείαις καί οἰκτιρμοῖς τῆς Ὑπεραγάθου Θεοτόκου, τοῦ ἁγίου Προστάτου τῆς Ζακύνθου Διονυσίου, τῶν ἁγίων ἐνδόξων Νεομαρτύρων Θεοφίλου καί Στροφαδιτῶν Πατέρων καί πάντων τῶν Ἁγίων.

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.

Ὁ Χορός: Ἀμήν.

[Η ανωτέρω Ακολουθία ποιήθηκε, κατόπιν σχετικής αναθέσεως του Μητροπολίτου Ζακύνθου Χρυσοστόμου (νυν Δωδώνης) στον π. Π. Κ., για να ψάλλεται κάθε χρόνο στις 5 Ιουνίου (:Παγκόσμια Ημέρα Περιβάλλοντος), στη Μητρόπολη Ζακύνθου. Εννοείται, δύναται να ψαλεί και κατά την εκκλησιαστική ημέρα περιβάλλοντος, την 1η Σεπτεμβρίου εκάστου έτους και σε κάθε άλλη περιβαλλοντική περίπτωση κριθεί αναγκαία. Πρωτοδημοσιεύτηκε τύποις στο Εορτολόγιον 2007 της Ι. Μητροπόλεως Ζακύνθου, σσ. 13-17.]


Δεν υπάρχουν σχόλια: